Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.9 Dem. 40.13 (English) >>Dem. 40.16

40.11συγχωρηθέντων δὲ τούτωντί ἂν ὑμῖν μακρολογοίην; ὡς γὰρ πρὸς τὸν διαιτητὴν ἀπήντησεν, παραβᾶσα πάντα τὰ ὡμολογημένα Πλαγγὼν δέχεταί τε τὴν πρόκλησιν καὶ ὄμνυσιν ἐν τῷ Δελφινίῳ ἄλλον ὅρκον ἐναντίον τῷ προτέρῳ, ὡς καὶ ὑμῶν οἱ πολλοὶ ἴσασιν· περιβόητος γὰρ πρᾶξις ἐγένετο. καὶ οὕτως πατήρ μου διὰ τὴν ἑαυτοῦ πρόκλησιν ἀναγκασθεὶς ἐμμεῖναι τῇ διαίτῃ, ἐπὶ μὲν τοῖς γεγενημένοις ἠγανάκτει καὶ βαρέως ἔφερεν, καὶ εἰς τὴν οἰκίαν οὐδʼ ὣς εἰσδέξασθαι τούτους ἠξίωσεν, εἰς δὲ τοὺς φράτερας ἠναγκάσθη εἰσαγαγεῖν. καὶ τοῦτον μὲν ἐνέγραψε Βοιωτόν, τὸν δʼ ἕτερον Πάμφιλον. 40.12ἐμὲ δʼ εὐθὺς ἔπειθε περὶ ὀκτωκαίδεκʼ ἔτη γεγενημένον τὴν Εὐφήμου γῆμαι θυγατέρα, βουλόμενος παῖδας ἐξ ἐμοῦ γενομένους ἐπιδεῖν. ἐγὼ δέ, ἄνδρες δικασταί, νομίζων δεῖν καὶ πρότερον καὶ ἐπειδὴ οὗτοι ἐλύπουν αὐτὸν δικαζόμενοι καὶ πράγματα παρέχοντε, ἐμὲ τοὐναντίον εὐφραίνειν ἅπαντα ποιοῦντα ὅσα ἐκείνῳ χαριεῖσθαι μέλλοιμι, ἐπείσθην αὐτῷ. 40.13γήμαντος δέ μου τὸν τρόπον τοῦτον, ἐκεῖνος μὲν τὸ θυγάτριόν μοι ἐπιδὼν γενόμενον, οὐ πολλοῖς ἔτεσιν ὕστερον ἀρρωστήσας ἐτελεύτησεν· ἐγὼ δʼ, ἄνδρες δικασταί, ζῶντος μὲν τοῦ πατρὸς οὐδὲν ᾤμην δεῖν ἐναντιοῦσθαι αὐτῷ, τελευτήσαντος δὲ ἐκείνου εἰσεδεξάμην τε τούτους εἰς τὴν οἰκίαν καὶ τῶν ὄντων ἁπάντων μετέδωκα, οὐχ ὡς ἀδελφοῖς οὖσιν (οὐδὲ γὰρ ὑμῶν τοὺς πολλοὺς λελήθασιν ὃν τρόπον οὗτοι γεγόνασιν), νομίζων δʼ ἀναγκαῖον εἶναί μοι, ἐπειδὴ πατὴρ ἐξηπατήθη, πείθεσθαι τοῖς νόμοις τοῖς ὑμετέροις.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.9 Dem. 40.13 (English) >>Dem. 40.16

Powered by PhiloLogic